TLG 0077 001 :: PERIPLUS MARIS MAGNI :: Stadiasmus sive periplus Maris Magni

PERIPLUS MARIS MAGNI Geogr., vel Stadiasmus
(p. A.D. 3)

Stadiasmus sive periplus Maris Magni

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 427–514.

Citation: Section — (line)

T

ΑΝΩΝΥΜΟΥ ΣΤΑΔΙΑΣΜΟΣ ΗΤΟΙ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΘΑΛΑΣΣΗΣ.

P

ΠΡΟΟΙΜΙΟΝ. Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπου‐
δαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν427
5ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος [οὖν] ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος [τὰ τῆς Λιβύης διηγή‐ σομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρί‐
10τιδος] ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ [τὰ] τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλ‐ κηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμ‐ φανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν
15Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπ’ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις
χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.428

1T

ΣΤΑΔΙΑΣΜΟΣ ΤΗΣ ΘΑΛΑΣΣΗΣ.

1

Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον—λιμήν ἐστι —στάδιοι βʹ.

2

Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς—(λιμήν ἐστι [φορτηγοῖς] ἀγωγῆς χιλίων οὐ μείζονοσ)—[στά‐
διοι] ζʹ.429

3

Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην—σάλος ἐστίν· ὁ τόπος ἀλίμενος—στάδιοι ϙʹ.

4

Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν—πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος—στάδιοι ζʹ.

5

Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ—κώμη ἐστί·
βράχη ἐπιφαινόμενα—στάδιοι ζʹ.430

6

Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι πʹ.

7

Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας—σάλος ἐστὶν ὁ τόπος—στάδιοι πʹ.

8

Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέρραν—ὕφορμός
ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει—στάδιοι ζʹ.431

9

Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον—λιμήν ἐστι καὶ σάλον ἔχει—στάδιοι υʹ.

10

Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ριʹ. Ἀπὸ* σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.

11

Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζʹ· ἀκρωτή‐ ριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλατα‐ μῶνα.

12

Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπ’ αὐτά· βάθος φορ‐ τηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.

13

Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ
πύργου.432

14

Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ
5μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίση‐ μον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

15

Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νη‐ σίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

16

Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται (μεγάλη)· αὐτὴν ἔχων δεξιὰν, κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

17

Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.

18

Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπε‐ λον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσσου νότον.

19

Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ
πέλαγος· ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον.433
5Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραι‐
τόνιον στάδιοι ͵αφνʹ.434

20

Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας [καὶ] ἐπὶ τὸ Ζε‐ φύριον στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λι‐ μήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.

21

Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις σταδ. κʹ·
ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.435

22

Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ.

23

Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι οʹ· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθο‐ ρῶν τὸ βράχος κατάγου.

24

Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στάδιοι ηʹ.

25

Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκʹ· σκό‐ πελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία.436

26

Ἀπὸ [τῶν Τυνδαρείων] σκοπέλων ἐπὶ τὸ Χαυ‐ ταῖον στάδιοι ρμʹ· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.

27

Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ.

28

Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι cʹ· ὕφορ‐ μός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θα‐ λάσσης σκόπελον.

29

Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν [τῇ] πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον.437

30

Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρνʹ. Παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ’ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίη‐
5τος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.

31

Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

32

Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρνʹ· φάραγξ ἐστὶν, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ’ αὐτοῦ συκαῖ· ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ.438

33

Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα [στάδιοι * ]· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν. Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος
στάδιοι ͵αϛʹ.439

34T

ΛΟΙΠΟΝ ΜΑΡΜΑΡΙΚΗ.

34

Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμί‐ ζου ἐπ’ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.

35

Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.

36

[Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι * ]

37

Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε (ἔχει γὰρ βράχη ὑψηλά)· ἔχει ὕδωρ.

38

Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκʹ·
ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι, καὶ κατ’ αὐτὴν πύρ‐ γος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας.440

39

[Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετράντα
στάδιοι * .]441

40

Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.

41

Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λʹ· ἔχει δὲ
ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.442

42

Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον [στάδιοι * ]· ὕδωρ ἔχει πλατύ.

43

Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ϙʹ·
ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ.443

44

Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ϙʹ· ἐν‐ τεῦθεν [ἐν] ἀριστερᾷ κατάγου.

45

Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ϙʹ.

46

Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρʹ· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.

47

Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παρά‐
γαια εἰς Δάρνην στάδιοι ρνʹ.444

48

Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.

49

Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀνα‐ μέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων στα‐ δίους ιʹ, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος· ἔστι δ’ ἐπ’ αὐτῷ ἱερὸν Ἀφροδίτης.

50

Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ϙʹ·
κώμη ἐστίν.445

51

Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

52

Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκʹ. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στά‐
διοι ͵γφνʹ.446

53T

ΛΟΙΠΟΝ [ΠΕΝΤΑΠΟΛΙΣ] ΚΥΡΗΝΗΣ.

53

Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρʹ· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπ’ αὐτὸν τοῖς ἀφ’ ἑσπέρας ἀνέ‐ μοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.

54

Ἀπὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρϙʹ· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.

55

Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ· πό‐ λις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος, καὶ νῆσον ἔχει· Ἶλος καλεῖται· ἀσφαλίζου.447

56

Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρ‐ σινόη.

57

Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τνʹ. Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους ϛʹ ὄψει ἀκρω‐ τήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη448
μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπει‐449
5νὸν μελανόν· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς. Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα
στάδιοι ͵αρνʹ.450

58T

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΚΥΡΠΝΑΙΩΝ.

58

Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στάδιοι ξʹ.451

59

Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ιʹ.

60

Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.

61

Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψιʹ· αἰ‐ γιαλός ἐστιν.

62

Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι νʹ· ἀκρω‐ τήριόν ἐστιν ἔχον ὕφορμον.

63T

(Σύρτις Κυρήνης.)

63

Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.

64

Ἀπὸ τοῦ Χέρσιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ.

65

Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ.

66

Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλείου, ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.452

67

Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρʹ. παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ’ ἧς, ἂν ὀρύξῃς, ἕξεις ὕδωρ γλυκύ.

68

Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι νʹ.

69

Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. αʹ· ὕφορ‐ μός ἐστιν.

70

Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλί‐ μενος.

71

Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι οʹ· (ὁ) αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιφερής· ὕδωρ ἔχει.

72

Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.

73

Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στά‐ διοι πʹ· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιεʹ, ὑψη‐
λὸς, ὅμοιος ἐλέφαντι.453

74

Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα [ἐν] σταδίοις βʹ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται.

75

Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν [ἐν] σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπ’ αὐτὴν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.

76

Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι νʹ.

77

Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στά‐ διοι πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.

78

Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει.454

79

Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

80

Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στά‐ διοι νʹ· ἄνυδρος*

81

Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.

82

Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στά‐
διοι ριʹ· αἰγιαλός ἐστιν.455

83

Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στά‐ διοι ρπʹ.

84

Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στά‐
διοι ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει. Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα.456
5 Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βω‐ μῶν στάδιοι ͵β.

85T

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΕΓΑΛΗ.

85

Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στά‐ διοι υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.457

86

Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρού‐ ριον βαρβάρων.

87

Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ.458

88

Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.

89

Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ.459

90

Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ.

91

Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τνʹ

92

Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υʹ· [ἀκρω‐
τήριόν ἐστιν.]460

93

[Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φνʹ.] Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν
παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ461
5πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι ͵δϛʹ.

94

Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς.

95

Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· κα‐ λεῖται [Αἰ]νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.462

96

Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποτα‐ μὸς καλεῖται.

97

Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ· πό‐ λις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

98

Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υʹ.463

99

Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλον ἔχει.

100T

ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ.

100

Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.

101

Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ· φρού‐ ριον ἔχον πύργον· (ὁ δὲ πύργος) λιμήν ἐστι ἐπί‐ σημος.464

102

Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τνʹ· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.

103

Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν [αὕτη]. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν
5αὐτῇ βωμὸς Ἡρακλέους· μέγιστος καλεῖται. Ἔστι δὲ
λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγα στάδιοι βτʹ.465

104

Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον* στάδιοι σʹ·
πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.466

105

Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

106

[Ἀπὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʹ].

107

Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις
ἐστὶ καὶ λιμένα ἔχει.467

108

[Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκʹ].

109

[Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φʹ].

110

Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκʹ.

111

[Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκʹ].

112

Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ [δὲ] τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδι‐ φθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκʹ.
5Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν
Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. Ἀπὸ Θένης εἰς Κέρκιναν ** κατὰ [τὴν] πόλιν βράχη ἐστὶ φερό‐ μενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στά‐ διοι ψʹ· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ468
10Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκά‐ ριον πέλαγος.

113T

ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.

113

Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ κατα‐ γωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ.

114

Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ’ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατ‐ άγωγα.

115

Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρω‐ τήριον ἐπ’ αὑτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορ‐ μός ἐστιν.469

116

Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πό‐ λιν ἀπὸ σταδίων μʹ· ἀλίμενος.

117

Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς, οἷον ἀσπίς. Ἐπ’ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐω‐ νύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ
5καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι (ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ) Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπ’ αὐτῷ ἡ πόλις· ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως.

118

Ἀπὸ Ἀσπίδος [ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στά‐
διοι σʹ].470

119

[Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκʹ].

120

[Ἀπὸ Μισούας λιμένος] ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.

121

Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

122

Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

123

Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος ἐστὶν ἕως [τῆς τῶν] ἀμμώδων ἀγωγῆς.

124

Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· [ἐπὶ] δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα. Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφά‐
5γων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ.471

125

Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στά‐ διοι τγʹ· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παρα‐ χειμάζει μεγάλα πλοῖα.

126

Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσ‐ φαλίζου.

127

Ἀπὸ Οὐτίκων ***. [Λείπει τὰ ἀπὸ Οὐτίκων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπ’ Ἀλεξανδρείας ἕως Καρνῶν.]

128

[Ἀπὸ **] εἰς Κάρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου.

129

Ἀπὸ Καρνῶν (ἐπὶ χωρίον) ἐπ’ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σʹ.

130

Ἀπὸ ἀκρωτηρίου Βαλανεῶν ἐπ’ ἀκρωτήριον
Πάλτον στάδιοι ϙʹ.472

131

Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπ’ ἀκρω‐ τήριον Βραχίων σταδ. ιʹ.

132

Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ’ εὐθείας εἰς Πάλ‐ τον στάδιοι σʹ. Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, (εἰσελθεῖν) εἰς Πάλτον στάδιοι ͵β.

133T

ΚΑΙ ΛΟΙΠΟΝ ΚΟΙΛΗ ΣΥΡΙΑ.

133

Ἀπὸ Πάλτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λʹ.

134

Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπ’ αἰ‐ γιαλῷ, ἔχοντα καθ’ αὑτὸν φάραγγα, στάδιοι κʹ.

135

Ἀπὸ Παλτηνῶν εἰς Γάβαλα στάδιοι λʹ.

136

Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμε‐ νον*, στάδιοι μʹ.

137

Ἀπὸ* πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ’ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ [μέρη] τῆς
5ἄρκτου, στάδιοι σʹ.473

138

Ἀπὸ Λαοδικείας εἰς Ἡράκλειαν στάδιοι κʹ.

139

Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλού‐ μενος Λευκός· στάδιοι λʹ.

140

Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ.

141

Ἀπὸ τῆς κώμης ἐπ’ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ.

142

Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ.

143

Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν, καλού‐ μενον Θρόνος.

144

Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ
Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ.474

145

Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ.

146

Ἀπὸ Μακρᾶς νήσου ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ. Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κα‐ σίου. Τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς στα‐ δίοις κʹ.

147

Ἀπὸ Νυμφαίου ἐπὶ πόλιν Ἀντιόχειαν, ἔχουσαν ἐμπόριον καὶ παρ’ αὑτὴν ποταμὸν Ὀρόντην καλούμε‐ νον, στάδιοι υʹ· ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ.

148

Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μʹ. ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πε‐ σόντι* ζεφύρῳ στάδιοι ριʹ.

149

Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβʹ.

150

Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσαῖον κόλπον στάδιοι τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν
κόλπον οὐριώτατα στάδιοι σʹ.475

151

Ἀπὸ Ῥωσοῦ Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι ϙʹ.

152

Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ’ Ἰσσὸν στάδιοι ρκʹ.

153

Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στά‐ διοι σʹ. Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτου ἕως τῶν Κιλικίων πυ‐
λῶν στάδιοι ͵βφʹ.476

154T

ΛΟΙΠΟΝ ΚΙΛΙΚΙΑ.

154

Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκʹ· [ἀπὸ] τούτου ἐστὶν ὑπερβῆναι εἰς (τὸν τόπον) εἰς
[Νικό]πολιν.477

155

Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰσσὸν στάδιοι ψʹ.

156

Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοι‐
λοτάτῳ τοῦ κόλπου στάδιοι ϛʹ.478

157

Ἀπὸ τῶν Πυλῶν εἰς κώμην Ἀλὰς στάδιοι νʹ· ἀπὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρʹ.

158

Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρʹ· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντος ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρʹ.

159

Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ κώμην Σερρέτιλλιν σταδίων ρνʹ. Ἀπὸ δὲ Ῥωσοῦ εὐ‐ θυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σνʹ. Κατὰ δὲ τὴν Σερρέτιλλιν κώμη ἐπάνω
5Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμε‐ νον Πάριον ἀπὸ σταδίων ξʹ.

160

Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ’ ἄκραν Ἰα‐ νουαρίαν στάδ. αʹ.

161

Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους
νήσους στάδιοι λʹ.479

162

Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρʹ.

163

Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου πο‐ ταμοῦ στάδιοι ρνʹ.

164

Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι οʹ. Παρὰ τὸ ἀκρωτήριον
ποταμός ἐστι πλωτὸς, [ὃς] Πύραμος καλεῖται. Ἀπὸ τοῦ [Ῥωσαίου] σκοπέλου δὲ μὴ κατακολπί‐480
5ζοντι, ἀλλ’ ἐπ’ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἐπὶ τὰ πρὸς ἑσπέραν [τῆς ἄρκτου μέρη] νότῳ, [κατὰ] τὰ εὐώνυμα τῆς ἠπείρου μακρὸν διαφαλλομένῳ, στάδιοι τνʹ.

165

Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου [ἀπη‐ λιώτῃ] νότου μικρόν[τι] παρέλκοντι στάδιοι φʹ.

166

Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποτα‐ μὸν Σάρον στάδιοι ρκʹ.

167

Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ [τὸ] στόμα τῆς λίμ‐ νης, ὃ καλεῖται Ῥηγμοὶ, στάδιοι οʹ.

168

Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι οʹ. Ῥέει διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος.

169

Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ.

170

[Ἀπὸ Ζεφυρίου εἰς Σόλους στάδιοι νʹ].

171

Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι νʹ.481

172

Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στά‐ διοι ρʹ.

173

Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώ‐ ρυκον στάδιοι κʹ· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδιοι σπʹ· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλού‐ μενον σταδίους ρʹ.

174

Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Κα‐ λὸν Κορακήσιον στάδιοι ρκεʹ.

175

Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα, ἥτις ἔχει κλίμακα, δι’ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων οʹ.

176

Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλυδ‐ νὸν στάδιοι μʹ.

177

Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν, Σαρπηδονίαν καλουμένην, στάδιοι πʹ. Ἀπ’ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κʹ.482

178

Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα [κει‐ μένης] πρὸς τὴν Κύπρον, εἰς πόλιν Καρπάσειαν οὐ‐ ριώτατα στάδιοι υʹ.

179

Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στά‐ διοι ρκʹ.

180

Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκʹ.

181

Ἀπὸ δὲ τῶν Ὅλμων ἐπ’ ἄκραν καὶ κώμην κα‐ λουμένην Μύλας στάδιοι μʹ.

182

Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξʹ.

183

Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κʹ. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φʹ.

184

Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στά‐ διοι ρλʹ. Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μύλῃ σταδίους κʹ. Ἀπὸ τῶν ἀκρῶν τῆς Πι‐
τυούσσης πρὸς τὴν Ἀφροδισιάδα στάδιοι μεʹ.483

185

Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Σαρ‐ πηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκʹ.

186

Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν, [ἐφ’ ἣν] κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φʹ.

187

Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κί‐ φισον στάδιοι λεʹ.

188

Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κραυνοὺς
στάδιοι μʹ.484

189

Ἀπὸ τῶν Κραυνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι μεʹ. Ἀπὸ τῆς Ἀφρο‐ δισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκʹ.

190

Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στά‐ διοι νʹ.

191

[Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι νʹ].

192

Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρʹ.

193

Ἀπὸ Μανδάνης ἐπ’ ἀκρωτήριον Ποσείδιον κα‐ λούμενον στάδιοι ξʹ.

194

Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσοφάνους στάδιοι λʹ.

195

Ἀπὸ [τῶν] Διονυσοφάνους εἰς Ῥυγμανοὺς
στάδιοι νʹ.485

196

Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι νʹ.

197

Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ἔγγιστα, ἐπὶ Κρομμύου ἄκραν, στάδιοι τʹ.

198

Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στά‐ διοι τνʹ.

199

Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στά‐ διοι τνʹ. Ὑπὲρ δὲ Χαράδρου κεῖται ὄρος μέγα, Ἄν‐ δροκος καλούμενον, ἀπὸ σταδίων λʹ.

200

Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλού‐ μενον στάδιοι ρʹ.

201

Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ἐπὶ θαλάσσης Νε‐ φέλιον στάδιοι κεʹ.

202

Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν νησιάζουσαν στά‐
διοι πʹ.486

203

Ἀπὸ νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στά‐ διοι ρʹ.

204

Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ͵αϛʹ.

205

Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκʹ.

206

Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον Λαέρ‐ την ἐπὶ θαλάσσης στάδιοι τκʹ.

207

Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρʹ.

208

Ἀπὸ Κορακησίου εἰς Αὔνησιν (*ἐπὶ χωρίον
Ἁμαξίαν) στάδιοι πʹ.487

209

Ἀπὸ Αὐνήσεως εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι οʹ.

210

Ἀπὸ Αὐγῶν ἐπ’ ἀκρωτήριον Λευκόθειον στά‐ διοι νʹ.

211

Ἀπὸ Λευκοθείου εἰς Κίβυραν στάδιοι νʹ.

212

Ἀπὸ Κιβύρας ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι νʹ.

213

Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Μέ‐ λανα στάδιοι θʹ. Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι ͵δνʹ.

214T

ΛΟΙΠΟΝ ΠΑΜΦΥΛΙΑ.

214

Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι νʹ.

215

Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τνʹ· ἀπὸ Ἀτ‐ ταλείας εἰς τὸ [Κωρύκιον] ἐμπόριον στάδιοι τʹ, ἀπὸ δὲ [τοῦ] Κωρυκίου [ἐμπορίου] εἰς Σίδην στάδιοι νʹ. Ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδιοι ͵αϛʹ.

216

Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι πʹ.488

217

Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμε‐ νον Εὐρυμέδοντα στάδιοι ρʹ.

218

[Ἀπ’ Εὐρυμέδοντος εἰς Κυνοσάριον στάδιοι*]

219

Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέ‐ στρον στάδιοι ξʹ. Ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη.

220

[ἀπὸ] τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα [στά‐ διοι*].

221

Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Κα‐ ταράκτας στάδιοι νʹ.

222

Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι οʹ.

223

Ἀπὸ Μυγδάλων εἰς Ἀττάλειαν στάδιοι ιʹ.

224

Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κʹ.489

225

Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξʹ.

226

[Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι ροʹ·] ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται (Φάσηλις).

227

Ἐκ δὲ Φασήλιδος εἰς Κώρυκον στάδιοι*.

228

Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λʹ. ὑπὲρ [αὐτοῦ] μέγα ὄρος ὑψηλὸν κεῖται Ὄλυμπος κα‐ λούμενον.

229

[Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι νʹ·] ἐκ δὲ Φασήλιδος ἐπ’ εὐθείας εἰς Κράμβουσαν στά‐
διοι ρʹ.490

230

Ἀπὸ Κραμβούσης ἐπὶ χώραν Ποσιδαρισοῦντα στάδιοι λʹ.

231

Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλού‐ μενον στάδιοι λʹ.

232

Ἀπὸ Μωροῦ ὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆ‐ σον Χελιδονίαν στάδιοι νʹ. Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χε‐ λιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φʹ· τὸν δὲ ἐπί‐
5τομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χʹ.

233

Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων [ἐπὶ] Μάριον καὶ τὸ τῆς Κύπρου ἀκρωτήριον, τὸν Ἀκάμαντα, ἐπ’ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵αωʹ· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στά‐
5διοι ͵αϛʹ.

234T

ΛΟΙΠΟΝ ΛΥΚΙΑ.

234

Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στά‐
διοι λʹ.491

235

Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξʹ.

236

Ἀπὸ δὲ Γαγῶν ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξʹ· ὑπὲρ σταδίους ξʹ κεῖται πόλις Λάμυρα καλουμένη.

237

Ἀπὸ Λαμύρου ποταμοῦ εἰς πύργον τὸ Ἴσιον καλούμενον στάδιοι ξʹ.

238

Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀνδριακὴν στάδιοι ξʹ.492

239

Ἀπὸ Ἀνδριακῆς εἰς Σόμηνα στάδιοι δʹ.

240

Ἀπὸ Σομήνων εἰς Ἀπέρλας στάδιοι ξʹ.

241

[Ἀπὸ Ἀπερλῶν ἐπὶ * ἀκρωτήριον στάδιον νʹ.]

242

Ἀπὸ * ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι νʹ.

243

Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι νʹ.

244

Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι νʹ.

245

Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στά‐ διοι τʹ.

246

Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στά‐ διοι ξʹ.

247

Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν [Ξάνθον] (ὑπέρκειται πόλις Ξάνθος) στάδιοι ξʹ.

248

Ἀπὸ τοῦ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπ’ εὐ‐ θείας στάδιοι ξʹ.

249

Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι πʹ.493

250

Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στά‐ διοι λʹ.

251

Ἀπὸ Καλαβαντίων εἰς Περδικίας στάδιοι νʹ.

252

Ἀπὸ Περδικιῶν εἰς Κισσίδας στάδιοι νʹ.

253

Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι πʹ.

254

Ἀπὸ Λαγούσης ἐπὶ Τελμησσὸν στάδιοι εʹ. Γί‐ νονται ὁμοῦ οἱ πάντες [ἀπὸ τῆς Ἱερᾶς ἄκρας] ἕως Τελμησσοῦ στάδιοι ͵αφʹ.

255T

ΛΟΙΠΟΝ ΚΑΡΙΑ.

255

Ἀπὸ Τελμησσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥό‐ πισαν στάδιοι σʹ.

256

Ἐκ Τελμησσοῦ εἰς Δαίδαλα στάδιοι νʹ.

257

Ἐκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι νʹ.

258

Ἐκ Καλλιμάχης εἰς Κρύα στάδιοι ξʹ.494

259

Ἐκ Κρύων εἰς τὰς Κλύδας, στάδιοι νʹ.

260

Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στά‐ διοι λʹ.

261

Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν Ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδιοι πʹ.

262

Ἀπὸ τοῦ ἄγκωνος ἐπὶ τὸν Καυνίων Πάνορμον στάδιοι ρκʹ.

263

Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλου‐ μένην στάδιοι νʹ.

264

Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξʹ.

265

Ἀπὸ Πασάδης εἰς Καῦνον στάδιοι λʹ.

266

Ἀπὸ Καύνου εἰς τὴν Ῥόπουσαν στάδιοι ιεʹ.

267

Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι, εἰς Λευ‐ κόπαγον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον
στάδιοι ρʹ.495

268

Ἀπὸ τῆς Σάμου ἐπὶ [τὸ] Ποσείδιον στά‐ διοι ξʹ.

269

Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι νʹ.

270

Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαιοῦσσαν κα‐ λουμένην στάδιοι νʹ.

271

Ἀπὸ τῆς Ἐλαιούσσης εἰς Ῥόδον στάδιοι ρνʹ· ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ. χʹ, καὶ ἐπὶ τὸ Ἱερὸν τῶν Βυζαντίων σταδ. χʹ.

272

Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι ͵δφʹ. Ἐκ Ῥόδου εἰς Ἀσκάλωνα στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι ͵γχʹ.
5Ἐκ Ῥόδου εἰς Σιδόνα στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Σελεύκειαν στάδιοι ͵γχʹ. Ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι ͵αφʹ.
10 Ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι ͵α. Ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον τὴν ἑσπερίαν ἐπ’ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵βωʹ. Ἐκ Ῥόδου εἰς Πάταρα στάδιοι ψʹ. Ἐκ Ῥόδου εἰς Καῦνον στάδιοι υνʹ.
15Ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι τνʹ.
Ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υνʹ. Ἐκ Ῥόδου εἰς Ἄγνην στάδιοι τνʹ. Ἐκ Ῥόδου εἰς Κνίδον στάδιοι ψνʹ. Ἐκ Ῥόδου εἰς Νίσυρον στάδιοι ωκʹ.496
20 Ἐκ Ῥόδου εἰς Τῆλον στάδιοι φνʹ. Ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσείδιον τὸ Καρπάθου στάδιοι υκʹ. Ἐκ Ῥόδου εἰς τὴν Κῶ στάδιοι ωνʹ. Ἐκ Ῥόδου εἰς τὴν Χίον στάδιοι ͵γʹ.
25Ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι ͵α. Ἐκ Ῥόδου εἰς Σάμον στάδιοι ͵αωʹ. Ἐκ Ῥόδου εἰς Τένεδον στάδιοι ͵γψʹ.

273

[Ἔστι δὲ ἀπὸ Ῥόδου εἰς τὸ Σκύλλαιον τῆς Ἀργολίδος πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις*]· πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύ‐ μων νήσους [τὴν] Νίσυρον καὶ τὴν Ἀστυπάλειαν, ἐκ
5δὲ τῶν δεξιῶν τὴν Κῶ καὶ τὴν Λέρον [καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν, καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν στα‐ δίους ν*]· τὸ λοιπὸν ἀπὸ τῆς Δονούσης λαβὲ εὐωνύμους καὶ Ἰὸν καὶ Σίκινον καὶ τὴν Σίφνον (καὶ τὴν Θήραν) καὶ τὴν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλ‐
10λαιον.497

274

Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπʹ.

275

Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπʹ.

276

Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκʹ.

277

Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τνʹ.

278

Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμʹ.

279

Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τνʹ. Ἀπὸ Κῶ εἰς Δῆλον στάδιοι ͵ατʹ. Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι ͵α.

280

Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν [ἐπὶ τὴν δύσιν] τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις ͵ατʹ. Πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμᾳ· καὶ τὰς Καλύδνας καὶ (τὴν Κέλε‐
5ριν καὶ) τὴν Λέρον καὶ τὴν Πάτμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον [ἐκ δεξιῶν ἔχων] καταχθῇς εἰς Δῆλον.

281

Ἀπὸ Μύνδου* ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς * στάδ. ͵αφʹ. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε
Λέρου καὶ τῆς Καλύδνης· καὶ τὴν Ὀροβίδα λαβὼν [δεξιὰν] πλέε ἐπὶ τὰς Ἀμοργίας· τήν τε Δόνουσαν καὶ498
5τὴν Νάξον καὶ τὴν Κύθνον ἔχε δεξιάν.

282

Ἐὰν δὲ θέλῃς διὰ νήσων πλέειν, οὕτως πλέεις· Ἀπὸ Κῶ εἰς Λέρον σταδίους ονʹ. Ἐκ Λέρου εἰς Λέβινθον σταδίους σνʹ. Ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φʹ.
5 Ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμοργίας (ἐπὶ τὰ πέρατα) σταδίους πεʹ. Καὶ ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν στα‐ δίων πεʹ. [Ἀπὸ Μινώας ἐπὶ τὴν Κέρειαν πλεύσεις σταδίους πεʹ].
10 Ἐκ τῆς Κερείας, εὐώνυμον ἔχων τὴν Κέρειαν, εἰς τὸν Ναξίων Πάνορμον σταδίους ξεʹ. Ἀπὸ τοῦ Πανόρμου εἰς Δῆλον σταδίους υκʹ.

283

Ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκʹ. Ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδίους ξʹ. Ἀπὸ [τοῦ Παρθενίου τῆς] Λέρου ἐπὶ τὸ τῆς Πάτμου Ἀμαζόνιον σταδίους σʹ.
5Ἀπὸ τοῦ Ἀμαζονίου ἐπὶ τὴν Κορσίαν σταδίους υʹ. Ἀπὸ τῆς ἄψης * Ἀμαζονίου εἰς Δῆλον σταδίους ψνʹ.
Ἀπὸ Δήλου εἰς Σῦρον σταδίους ρνʹ. [Ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους ρνʹ]. Ἀπὸ Ἄνδρου εἰς λιμένα Γαυρίου σταδίους πʹ.499
10 Ἀπὸ Γαυρίου ἐπὶ [τὸ Παιώνιον] ἀκρωτήριον στα‐ δίους νʹ. Ἀπὸ τοῦ ἀκρωτηρίου εἰς [Γεραιστὸν] ἔγγιστα ἄκρας σταδίους υνʹ. Ἀπὸ τῆς Γεραιστοῦ εἰς Κάρυστον σταδίους ρκʹ.
15Ἐκ Καρύστου εἰς Πεταλίας σταδίους ρʹ.

284

Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε· Ἐκ Δήλου εἰς Θήραν στάδιοι τνʹ. Ἐκ Δήλου ἐπὶ τὴν Ἀμοργίαν (εἰς τὴν Μινώαν)
5στάδιοι χνʹ. Ἐκ Δήλου εἰς Ἀνάφην στάδιοι ρʹ. Ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χνʹ. Ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χνʹ. Ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ωʹ.
10Ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμʹ. Ἐκ Δήλου εἰς Κύθνον στάδιοι τνʹ. Ἐκ Δήλου εἰς Τῆνον στάδιοι τνʹ. Ἐκ Δήλου εἰς Νάξον στάδιοι τνʹ. Ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδιοι τκʹ.
15Ἐκ Δήλου εἰς Πάτμον στάδιοι ωνʹ. Ἐκ Δήλου ἐπὶ τὸν Μελάντειον σκόπελον στάδιοι ρπʹ. Ἐκ Δήλου εἰς Κέων στάδιοι τʹ. Ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ωʹ. Ἐκ Δήλου εἰς Πάρον στάδιοι υʹ.

285

Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφ’ ἧς κατέλιπον. Ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι πʹ

286

Ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σνʹ.500

287

Ἀπὸ Πανόρμου εἰς Ποσείδιον [τὸ] καὶ Ἄγκιστρον στάδιοι σνʹ.

288

Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκʹ.

289

Ἀπὸ Ἰάσου ἐπ’ ἀκρωτήριον Ποσείδιον στά‐ διοι ρκʹ.

290

Ἀπὸ Ποσειδίου εἰς τὴν Ἀκρίταν στάδιοι σμʹ.

291

Κεῖται κατέναντι [Ἰάσου] Πάσσαλα πηγή· ἔνθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασα σταδ. κʹ.

292

Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μʹ.

293

Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι πʹ.

294

Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον. Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τʹ.

295

Ἀπὸ δὲ τῆς Φαρμακούσσης εἰς Μίλητον στά‐ διοι ρκʹ.

296

Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τʹ.
Οἱ πάντες ἀπὸ Τελμησσοῦ ἕως Μιλήτου στάδιοι βφʹ.501

297T

[ΚΥΠΡΟΥ ΠΕΡΙΠΛΟΥΣ.]

297

Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τʹ· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνέ‐ μῳ, καὶ ἱερὸν Ἀφροδίτης.

298

Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβε δεξιᾷ) στάδιοι ρκεʹ.

299

Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκεʹ.

300

Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι νʹ.

301

[Ἀπὸ Τρήτων εἰς τὸ Κουριακὸν στάδιοι*].

302

Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρνʹ· πόλις ἐστὶν ἀλίμενος· ἀσφαλίζου τὸν τόπον.

303

Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ.
*****

304

Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι πʹ· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος· ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας·
διαφυλάττου.502

305

Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι νʹ· πόλις ἐστὶ, λιμένα ἔχει.

305a

Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκʹ· κώμη ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

306

Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τʹ.

307

Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα ....... στάδιοι ξʹ· ὅρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχον‐ τες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφρο‐ δίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι
5ἀνάπλους.

308

Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ψʹ.

309

Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σοʹ· πόλις ἐστί· λιμένα ἔχει ἔρημον· χειμάζει βορέου.

310

Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβρὸν στά‐
διοι νʹ· ὅρμος ἐστὶ θερινός.503

311

Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τʹ· πόλις ἐστὶν ἀλίμενος.

312

Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει ὕφορμον.

313

Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υνʹ. πόλις ἐστὶν ἔχουσα ὅρμον.

314

Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βο‐ ρέου.

315

Ἀπὸ Καρπασείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρʹ· ἐν‐ τεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾶς περί‐ πλους τῆς Κύπρου στάδιοι ͵ασνʹ.

316

Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ͵ατʹ.

317

Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα
στάδιοι ͵γτʹ.504

318T

ΚΡΗΤΗΣ ΠΕΡΙΠΛΟΥΣ.

318

Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.

319

Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι πʹ· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.

320

Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι οʹ· πο‐
λίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.505

321

Ἀπὸ Βιένου εἰς Λέβηναν στάδιοι οʹ· ἐκεῖ πα‐ ράκειται νησίον, ὃ καλεῖται Ὀξεῖα· ὕδωρ ἔχει.

322

Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κʹ.506

323

Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τʹ· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.

324

Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξεʹ· ἀκρω‐ τήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.

325

Ἀπὸ Σουλήνας εἰς Ψυχέα στάδιοι ιβʹ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδιοι τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.

326

Ἀπὸ Ψυχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρνʹ· λι‐ μήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ.

327

Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λʹ.

328

Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρʹ· πό‐ λις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαυδίας εἰς Φοίνικα στάδιοι τʹ. Ἔχει πόλιν καὶ λιμένα.507

329

Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξʹ· πόλις
μικρά ἐστιν· ἔχει ὅρμον.508

330

Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.

331

Ἀπὸ Ποικιλασσοῦ εἰς Σύβαν στάδιοι νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει.

332

[Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λʹ.]

333

Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σνʹ.509

334

Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λʹ. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον.

335

Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Βίεννον στάδιοι ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ.

336

Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξʹ· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη
5νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη· ὁ δὲ πλοῦς βαθύς· ἀγο‐
ρὰν ἔχει.510

337

Ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι νʹ· ἀκρωτή‐ ριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.

338

Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει.

339

Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι πʹ· πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.

340

Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κεʹ· ἀκρω‐ τήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον.

341

Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι πʹ· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ.

342

Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην [καὶ] πρὸς ἄρκτον.511

343

Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξʹ· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει.

344

Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται στα‐ δίοις ρνʹ· πεζῇ δὲ στάδιοι ρκʹ· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί.

345

Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει.512

346

Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευ‐ θέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι νʹ.

347

Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λʹ. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. [Ἐντεῦθεν Ἐλευ‐
θέρα ἀπὸ σταδίων νʹ.]513

348

Ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος.

349

Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στά‐ διοι λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα.

350

Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξʹ· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ*.

351

Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιεʹ.

352

Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κεʹ.

353

Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στά‐ διοι ιεʹ· ὕφορμός ἐστιν, ἄνυδρος δέ.

354

Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στά‐ διοι τʹ· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ.

355

Ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξά‐
μεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκʹ.514